Λέγεται ὡς Ἡρακλῆς κατελθὼν <εἰς Ἅιδου> ἀνῆλθεν ἀνάγων τὸν Κέρβερον, καὶ Ὀρφεὺς ὡσαύτως Εὐρυδίκην τὴν γυναῖκα. τὸ δ᾿ ἀληθές, ὅτι ὁπηνίκα τις ἐκ μακρᾶς ἀποδημίας καὶ ἐπικινδύνου δια<ν>τλήσας ἐσώθη, ἔφασκον ἐξ Ἅιδου αὐτὸν διασεσῶσθαι. ὅθεν ἔτι καὶ νῦν τοὺς μακροὺς πόνους καὶ παραβόλους ὁδοὺς καὶ ἐπισφαλεῖς νόσους <δια>φεύγοντας φάσκομεν ἐξ Ἅιδου σεσῶσθαι.
22. Περὶ Φαέθοντος.
Οὗτος Ἡλίου ὤν υἱὸς ἐπεθύμησεν εἰς τὸ τοῦ πατρὸς ἅρμα ἀναβὰς διφρεῦσαι· ἀπείρως δὲ τοῦτο ποιοῦντος καὶ τῶν ἀνθρώπων ἀπολλυμένων ὑπὸ τοῦ καύματος, ὁ Ζεὺς αὐτὸν ἐκεραύνωσεν ***
23. Περὶ Ὀρφέως.
Οὗτος κινεῖν λέγεται καὶ πέτρας καὶ δένδρα καὶ θῆρας οἰωνούς τε. εἴποι δ᾿ ἄν τις ἀληθῶς ὅτι θηριώδεις ὄντας τοὺς ἀνθρώπους καὶ οὔτε ἔθη οὔτε νόμους εἰδότας εἰς δεισιδαιμονίαν ἀγαγών, καὶ ἐπὶ τὸ εὐσεβεῖν παρακαλέσας πετρώδεις ὄντας καὶ δενδρώδεις καὶ διὰ τῶν λόγων κηλήσας ταύτης τῆς φήμης ἔτυχε.
24. Περὶ Ἕλλης καὶ Φρίξου.
Ἡνίκα τὴν Ἰνοῦς ἐπιβουλὴν μητρυιᾶς οὔσης ἔφευγον Ἕλλη καὶ Φρίξος, ὁ παιδαγωγός, ᾧ ἦν Κριὸς ὄνομα, ἐπὶ πλοιαρίου μικροῦ χειμῶνος ὄντος ἔφυγεν ἔχων αὐτούς. καὶ συμβαίνει τὴν μὲν Ἕλλην ἐκπεσεῖν εἰς τὴν θάλασσαν (ὅθεν ἐκλήθη Ἑλλήσποντος), τοῦ δὲ Φρίξου σωθέντος ἐπιθυμητικῶς ἔχειν τὸν Αἰήτην, τὸν δὲ Κριὸν διακωλύοντα καὶ πειρώμενον ἄφθορον διατηρῆσαι τὸν Φρίξον, ἀποδαρῆναι καὶ τὸ δέρμα αὐτοῦ προσπασσαλευθῆναι, χρυσοῦν δὲ προσαγορευθῆναι διὰ τὸ πιστότατον <αὐτὸν> γεγενῆσθαι.
25. Περὶ Πανῶν καὶ Σατύρων.
*** ἐν ὄρεσι καταγινόμενοι καὶ γυναικῶν ἀπωτέρω ὄντες, ὅταν τις παρεφάνη γυνή, κονῶς αὐτῇ ἐχρῶντο. [τράγων δὲ τρίχας καὶ σκέλη ἐδόκουν ἔχειν διὰ τὴν περὶ τὰ λουτρὰ ἀμέλειαν καὶ τὴν περὶ ταῦτα δυσοσμίαν. καὶ διὰ τοῦτο Διονύσου φίλοι· τὴν γὰρ ἐργασίαν τῶν ἀμπέλων ἐποίουν.] καὶ νῦν | δὲ ἔτι τὰς εἰς πλῆθος γυναῖκας λέγομεν ὅτι „ἐπανεύομεν αὐτάς“.
26. Περὶ Ἀσκληπιοῦ.
Λέγουσιν αὐτὸν κεκεραυνῶσθαι. εἴη δ᾿ ἄν πιθανώτερον οὕτω. ἰατρικὴν κινήσας καὶ ὑψώσας αὐτὸς ὑπὸ πυρετοῦ φλεχθεὶς ὤλετο. ὅθεν διὰ τὴν φλεγμονὴν αὐτὸν κεραυνωθῆναι λέγουσιν.
27. Περὶ τῆς τοῦ Ἅδου κυνῆς.
Ὅτι ὁ τὴν Ἄιδος κυνῆν, ὡς καὶ ὁ Περσεύς, περιθέμενος ἀόρατος ἐγίνετο. ἔστι δὲ κυνῆ Ἄιδος τὸ τέλος εἰς ὅ ἀπελθὼν ὁ τετελευτηκὼς ἀόρατος γίνεται.
28. Περὶ Βορέου καὶ Ὠρειθυίας.
Λέγεται ὅτι Βορέας Ὠρείθυιαν ἥρπασεν. ἦν δὲ βασιλεὺς τῶν τόπων ἐκείνων.
Ἡ δὲ αὐτὴ ὑπόληψις καὶ μέθοδος καὶ περὶ Διὸς καὶ Γανυμήδους. βασιλεύων γὰρ <ὁ Ζεὺς> ἁρπάζει τὸν Γανυμήδην, ἀετὸς γεν<έσθαι λεγ>όμενος, ὅτι καὶ τὸ ζῷον ἄλκιμον. ὁ δ᾿ αὐτὸς τρόπος καὶ περὶ Ἠοῦς καὶ Τιθωνοῦ, καὶ Ἀγχίσου καὶ Ἀφροδίτης.
Ἡ δὲ αὐτὴ ὑπόληψις καὶ μέθοδος καὶ περὶ Διὸς καὶ Γανυμήδους. βασιλεύων γὰρ <ὁ Ζεὺς> ἁρπάζει τὸν Γανυμήδην, ἀετὸς γεν<έσθαι λεγ>όμενος, ὅτι καὶ τὸ ζῷον ἄλκιμον. ὁ δ᾿ αὐτὸς τρόπος καὶ περὶ Ἠοῦς καὶ Τιθωνοῦ, καὶ Ἀγχίσου καὶ Ἀφροδίτης.
29. Περὶ Πρωτέως.
Λέγεται ὅτι ἐγένετο ποτὲ μὲν ὕδωρ, ποτὲ δὲ πῦρ, δηλονότι τοῖς μὲν χρηστοῖς ὡς ὕδωρ, τοῖς δὲ πονηροῖς κατ᾿ ἀξίαν τιμωρητικός· ὅθεν ταύτην τὴν φήμην περὶ αὐτοῦ διέσπειραν.
30. Περὶ τοῦ κυνὸς καὶ τῆς ἀλώπεκος.
Τῷ μὲν κυνὶ τοῦ Κεφάλου δεδομένον εἶναί φασιν γέρας ὅ ἄν ἴδῃ θηρίον καταλαμβάνειν, τῇ δὲ <Τευμησίᾳ> ἀλώπεκι ὑπὸ μηδενὸς καταλαμβάνεσθαι. διώκοντος οὖν τοῦ κυνὸς τὴν ἀλώπεκα, ἵνα μὴ λυθῇ τὸ πεπρωμένον, τοὺς δύο λίθους ὁ Ζεὺς ἐποίησεν. εἴη δ᾿ ἄν τὸ τοιοῦτον πλάσμα παρὰ τὴν αυτῶν ἀμφοτέρων κατὰ τὸν διωγμὸν πλάνην.
31. Περὶ τῶν Διομήδους ἵππων.
Φασὶ ταύτας ἀνθρωποφάγους εἶναι. ἄγριαι δὲ ἦσαν νομάδες. οὐ δυναμένου δέ τινος αὐτὰς ὕφ᾿ ἅρμα ζεῦξαι, ὁ Ἡρακλῆς ἔζευξεν.
32. Περὶ Καλυψοῦς καὶ Ὀδυσσέως.
Ἄλογον θνητὸν ὄντα Ὀδυσσέα αὐτὴν ἐπαγγέλλεσθαι ποιήσειν ἀθάνατον, ἀλλὰ τὸ τὰ πρὸς τροφὴν καὶ πρὸς βίου ἀπόλαυσιν ἄφ|θονα καὶ λαμπρὰ ἕξειν. ὅθεν καὶ ἡμεῖς, ὅταν που κλιθῶμεν καὶ λαμπρῶς εὐωχώμεθα, ἐν θεοῖς φαμεν γεγονέναι.
33. Περὶ Κερβέρου.
Τοῦτ᾿ ἄν εἴη ὅ καὶ περὶ τῆς Ὕδρας. οὗτος γὰρ εἶχε δύο σκύμνους, ὧν ἀεὶ συμβαδιζόντων τῷ πατρὶ ἐφαίνετο εἶναι τρικέφαλος.
34. Περὶ Λαμίας.
Ἱστοροῦσιν ὅτι, Διὸς αὐτῇ συμμιγέντος, Ἥρα ἀπεθηρίωσεν αὐτήν, καὶ ὅτι ἡνίκα ἄν μανῇ, τοὺς ὀφθαλμοὺς ἐξαιρεῖ καὶ εἰς κοτύλην βάλλει, καὶ ὅτι σαρκοφαγεῖ καὶ ἀνθρώπους ἐσθίει. εἴη δ᾿ ἄν τάδε. καλῇ αὐτῇ οὔσῃ ὁ Ζεὺς ἐπλησίασε βασιλεύων, Ἥρα δὲ συναρπάζουσα αὐτὴν, τοὺς ὀφθαλμοὺς ἐξώρυξε καὶ εἰς τὰ ὄρη ἔρριψεν· ὅθεν ἐπιπόνως ἔζη ἐπικουρουμένη δὲ οὐδέν· <διὰ δὲ τὸ> ὑπὸ ταῖς ἐρημίαις καταγινομένην αὐτὴν ἄλουτον καὶ ἀθεράπευτον εἶναι, ἐδόκει θηρίον ὑπάρχειν.
35. Περὶ Πρόκνης καὶ Φιλομήλας <καὶ Τηρέως>.
Ἱστοροῦνται ὄρνιθες γενέσθαι, ἡ μὲν χελιδών, ἡ δὲ ἀηδών, ὁ δὲ ἔποψ. τοῦτο δ᾿ ἄν ἔχοι οὕτως. ἀποκτείνασαι τὸν Ἴτυν καὶ πορθήσασαι τὸν οἶκον, εἴς τι πλοιάριον ἐμβᾶσαι ταχεῖαν τὴν φυγὴν ἐποιήσαντο. ὁ δὲ Τηρεύς, ἐπεὶ διώξας οὐ κατέλαβεν αὐτάς, αὑτὸν ἀναιρεῖ. ὅθεν οἱ ἄνθρωποι, οὐ φαινομένων αὐτῶν, διὰ τὸ ἐξαίφνης ἀφανεῖς γενέσθαι εἶπον ὅτι ἀπωρνιθώθησαν.
36. Περὶ τῶν Ἡλιάδων.
Ταύτας φασὶν ἐξ ἀνθρώπων αἰγείρους γενέσθαι. οὐ τοῦτο δέ, ἀλλὰ διὰ τὸ πάθος τοῦ ἀδελφοῦ εἰς τὸν Ἠριδανὸν αὑτὰς ἔβαλον. διὸ οἱ ζητοῦντες, ἐπὶ τὸν ποταμὸν παραγενόμενοι καὶ τὰς μὲν οὐχ εὑρόντες, τρία δὲ στελέχη αἰγείρων, ὑπέλαβον αὐτὰς ἀποδενδρωθῆναι. [ὄνομα δὲ αὐταῖς Φοίβη, Λαμπετώ, Αἴγλη.]
37. Περὶ Πανόπτου.
Τοῦτον πάντα βουλόμενον ἀκούειν καὶ ὁρᾶν ἐν παντὶ τῷ σώματι ὀφθαλμοὺς ἔχειν ἐπλάσαντο. ὅθεν ἔτι καὶ νῦν τοὺς τοιούτους πανόπτας καλοῦμεν.
38. Περὶ Ἐνδυμίωνος καὶ Σελήνης.
Λέγεται ὅτι καθεύδοντος αὐτοῦ Σελήνη ἐρασθεῖσα καταβᾶσα | ἐμίγη αὐτῷ. εἴη δ᾿ ἄν ὁ μὲν Ἐνδυμίων ποιμὴν ἄπειρος γυναικός, ἐπιθυμητικῶς δὲ σχοῦσα γυνὴ αὐτοῦ *** ἐρωτηθεῖσα παρά τινος τίς εἴη, ἔφη „Σελήνη“.
39. Περὶ τῶν Ἡλίου βοῶν.
Περὶ τούτων οὕτως εὗρον ἠλληγορημένον ἐν Ἰλιάδι. οὐκ ἐξῆν τοῖς ἀρχαίοις ἱεροθυτεῖν βοῦς ἐργάτας. καὶ τοῦτο φησὶ μὲν καὶ Ἄρατος, δῆλον δὲ καὶ ἐξ αὐτῆς τῆς ποιήσεως. φησὶ γὰρ Ἑκάβη πρὸς Ἀθηνᾶν·
σοὶ δ᾿ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην ἥν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.
οὐ μόνον δέ, ἀλλὰ καὶ Ἡλίου βόας τούτους ἐκάλουν ὡς τὴν γῆν ἐργαζομένους καὶ ἡμᾶς τρέφοντας. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι οὐχ Ἡλίου βοῦς, ἀλλὰ τοὺς ἐργάτας θοινηθέντες
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿ ἐπέσπον.
σοὶ δ᾿ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην ἥν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.
οὐ μόνον δέ, ἀλλὰ καὶ Ἡλίου βόας τούτους ἐκάλουν ὡς τὴν γῆν ἐργαζομένους καὶ ἡμᾶς τρέφοντας. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι οὐχ Ἡλίου βοῦς, ἀλλὰ τοὺς ἐργάτας θοινηθέντες
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿ ἐπέσπον.
Εγγραφή σε:
Αναρτήσεις (Atom)