Προλογικό σημείωμα

(Παράρτημα του ιστολογίου Σημειώσεων Συναγωγή)

Τα κείμενα βασίζονται στην έκδοση του Nicolaus Festa:
Mythographi Graeci,  "Ἡρακλείτου Ἀνασκευὴ ἤ θεραπεία μύθων τῶν παρὰ φύσιν παραδεδομένων", vol. III, fasc. II, σελ. 73-87, Λειψία, 1902.

 (Βιογραφικά στοιχεία για τον μυθογράφο Ηράκλειτο: Ηράκλειτος ο παραδοξογράφος.)


1. Περὶ Μεδούσης.

 Φασὶ ταύτην ἀπολιθοῦν τοὺς θεασαμένους αὐτήν, καὶ Περσεώς ἀποτεμόντος αὐτῆς τὴν κεφαλήν, ἐξελθεῖν ἵππον πτερωτόν. ἔχει δὲ οὕτω. αὕτη ἑταίρα καλὴ ἐγένετο ὡς τὸν ἰδόντα αὐτὴν ἔκπληκτον γενόμενον οἷον ἀπολιθοῦσθαι. λέγομεν δὲ καὶ ἡμεῖς „ἰδὼν αὐτὴν ἀπελιθώθη“. παραγενομένου δὲ Περσέως ἐν ἔρωτι γενομένη τά τε ὑπάρχοντα κατέφαγε καὶ τὴν ἑαυτῆς ἡλικίαν κατέφθειρεν· ἀπολέσασα δὲ τὴν ἡλικίαν καὶ τὰ ὑπάρχοντα ἵππου γῆρας ἐγήρασεν. ἡ γὰρ κεφαλὴ τὸ τῆς ἡλικίας ἄνθος ἐστίν, ὅ ἀφεῖλεν αὐτῆς ὁ Περσεύς.


2. Περὶ Σκύλλης.

 Λέγεται περὶ ταύτης ὅτι κατήσθιε τοὺς παραπλέοντας. ἦν δὲ αὕτη νησιῶτις καλὴ ἑταίρα καὶ εἶχε παρασίτους λαιμούς τε καὶ κυνώδεις, μεθ᾿ ὧν τοὺς ξένους κατήσθιεν, ἐν οἷς καὶ τοὺς Ὀδυσσέως ἑταίρους. αὐτὸν δὲ ὡς φρόνιμον οὐκ ἠδυνήθη.


3. Περὶ Καινέως.

 Λέγεται τοῦτον πρότερον γυναῖκα γεγονέναι, εἶτα ὑπὸ Ποσειδῶνος γενέσθαι ἄνδρα ἄτρωτον χαλκῷ καὶ σιδήρῳ. οὗτος δὲ ὤν νέος ἐρώμενος ἐγένετο Ποσειδῶνος, ἀνδρωθεὶς δὲ μέγας κατὰ ψυχὴν ἐγένετο ὑπ᾿ | οὐδενὸς καταπονηθῆναι δυνάμενος οὐδὲ δώροις ἐξαλλαγῆναι χαλκοῦ καὶ σιδήρου· οὔπω γὰρ χρυσὸς καὶ ἄργυρος εὕρητο.


4. Περὶ Ἄτλαντος.

 Οὗτος παραδέδοται φέρων οὐρανὸν ἐπὶ τῶν ὤμων, ὅ ἀδύνατον ὑπὸ οὐρανὸν καὶ αὐτὸν ὄντα. ἀνὴρ δὲ σοφὸς ὤν τὰ κατὰ ἀστρολογίαν πρῶτος κατώπτευσε, προλέγων δὲ χειμῶνας καὶ μεταβολὰς *** ἄστρων και δύσεις ἐμυθεύθη φέρειν ἐν αὑτῷ τὸν κόσμον.


5. Περὶ Κενταύρων.

 Λέγεται περὶ τὸ Πήλιον καὶ τὴν Φολόην γεγονέναι διφυεῖς, τὰ μὲν ἐπάνω τῶν λαγόνων ἀνδρῶν ἔχοντας, τὸ δ᾿ ἀπὸ <τούτου> τοῦ μέρους πᾶν ἵππων. οὐκ ἀληθὲς δὲ τοῦτο. δύο γὰρ διηλλαγμένας φύσεις εἰς ἕν συνελθούσας ἀδύνατον ζῳογονηθῆναι καὶ τραφῆναι. ἀλλ᾿ ἔτι τῆς τῶν ἵππων χρήσεως οὔσης ἀγνώστου, πρῶτοι καθίσαντες ἐφ᾿ ἵππων κατέτρεχον τὰ πεδία λῃστεύοντες, φαντασίαν τε ἀπετέλεσαν τοῖς πρώτως θεασαμένοις μακρόθεν, ὡς ἐκ δυοῖν εἰσι γεγονότες φύσεων.


6. Περὶ Τειρεσίου.

 Οὗτος μετασχεῖν λέγεται τῆς γυναικείας καὶ ἀνδρείας φύσεως, κατὰ τὴν αὐτὴν ὑπόληψιν ἥν ἐπὶ Καινέως ἐγραψαμεν.


7. Περὶ Πασιφάης.

 Ταύτην φασὶν ἐρασθῆναι Ταύρου, οὐχ, ὡς πολλοὶ νομίζουσι, τοῦ κατὰ τὴν ἀγέλην ζῴου (γελοῖον γὰρ ἀκοινωνήτου συνουσίας ὠρέχθαι τὴν βασίλισσαν), ἑνὸς δέ τινος τῶν ἐντοπίων, ᾧ Ταῦρος ἦν ὄνομα. συνεργῷ δὲ χρησαμένη πρὸς τὴν ἐπιθυμίαν Δαιδάλῳ καὶ γεγονυῖα ἔγγυος, ἐγέννησε καθ᾿ ὁμοιότητα τοῦ Ταύρου <υἱόν>, ὅν οἱ πολλοὶ Μίνω μὲν ἐκάλουν, Ταύρῳ δὲ εἴκαζον· κατὰ δὲ σύνθεσιν Μινώταυρος ἐκλήθη.


8. Περὶ Ἁρπυιῶν.

 Ταύτας ὁ μῦθος παραδέδωκε γυναῖκας ὑποπτέρους τὸ τοῦ Φινέως δεῖπνον ἁρπαζούσας. ὑπολάβοι δ᾿ ἄν τις ταύτας ἑταίρας καταφαγούσας τὴν τοῦ Φινέως οἰκίαν εἶναι, καὶ καταλιπούσας αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἐνδεῆ κεχωρίσθαι ἀπ᾿ αὐτοῦ, αἰεὶ δὲ ὅσα ἀνακτήσαιτο παραγινομένας ἐσθίειν καὶ αὖθις χωρίζεσθαι, ὅ σύνηθες ποιεῖν ταῖς ἑταίραις.


9. Περὶ Περσέως.

 Τούτῳ ἱστορεῖται τὸν Ἑρμῆν πέδιλα πτερωτὰ δεδωκέναι. Ἑρμῆς γὰρ τὴν πρὸς δρόμον γυμνασίαν ἐπενόησεν, ἐν ᾗ εὐδόκιμος ἦν ὁ Περσεύς. οἱ γοῦν θεώμενοι, τὸ τάχος θαυμάζοντες, πτερὰ εἶπον προστεθεῖσθαι τοῖς ποσὶν αὐτοῦ, καθὼς εἰώθαμεν λέγειν ἐπὶ τῶν ταχέως τρεχόντων, ὅτι „ἔπτη“.


10. Περὶ Γλαύκου τοῦ θαλασσίου.

 Οὗτος θαλάσσιος ἀναφέρεται μάντις. νῆσον γὰρ οὗτος οἰκῶν, αἰεὶ τοῖς παραπλέουσιν ἐσήμαινεν ὡς δεῖ ποιεῖσθαι τὸν πλοῦν, προλέγων τὰ συμβησόμενα.


11. Περὶ Κύκλωπος.

 Τοῦτον ἄν τις ὑπολάβοι διαιτώμενον ἐπ᾿ ἐρημίᾳ νόμων ἄπειρον εἶναι, πεποιθέναι δὲ τῇ βίᾳ, μίαν αἴσθησιν ἔχοντα τὴν ἀπὸ τῆς ὁράσεως, λογισμῷ δὲ μηδὲν προβλέποντα· ὅν ὁ σοφὸς Ὀδυσσεὺς κατεπόνησε.


12. Περὶ Ἀταλάντης τῆς Σχοινέως καὶ Ἱππομένους.

 Τούτους φασὶν ἀπολεοντωθῆναι ἐν τῷ ὄρει, τῆς περὶ αὐτῶν ὑπολήψεως τοιαύτης οὔσης. μεσημβρίας οὔσης εἰσῆλθον εἴς τι σπήλαιον γενέσθαι θέλοντες μετ᾿ ἀλλήλων· κατὰ τύχην δὲ λέοντες ὄντες ἐν τῷ σπηλαίῳ κατέφαγον αὐτούς· ὕστερον δὲ τῶν θηρίων ἐξελθόντων, ἐκείνων δὲ μὴ φαινομένων, μεταμορφωθῆναι ὑπέλαβον αὐτοὺς οἱ προσεδρεύοντες.


13. Περὶ Φορκίδων.

 Ταύτας ὑφίστανται μιᾷ ὁράσει χρῆσθαι ἀεὶ πρὸς τὴν χρείαν μεταλαμβανούσας παρὰ τῆς ἐχούσης. εἰκὸς δέ ἐστι τρεῖς γυναῖκας τυφλωθείσας ὁδηγῷ ἑνὶ χρῆσθαι πρὸς τὴν πορείαν. [ὀνόματα δὲ αὐτῶν Πεφρηδώ, Ἐνυώ, Περσώ. ἐφύλαττον δὲ τὰ χρυσᾶ μῆλα.]


14. Περὶ Σειρήνων.

 Ταύτας διφυεῖς μυθολογοῦσι τὰ μὲν σκέλη ὀρνίθων, τὸ δὲ <λοιπὸν> σῶμα γυναικῶν ἐχούσας, ἀπολλύειν δὲ τοὺς παραπλέοντας. ἦσαν δὲ ἑταῖραι ἐκπρεπεῖς τῇ τε δι᾿ ὀργάνων μούσῃ καὶ γλυκοφωνίᾳ, κάλλισται, αἷς οἱ προσερχόμενοι κατησθίοντο τὰς οὐσίας. ὀρνίθων δὲ σκέλη ἐλέγοντο ἔχειν, ὅτι ταχέως ἀπὸ τῶν ἀποβαλόντων τὰς οὐσίας ἐχωρίζοντο.


15. Περὶ Χιμαίρας.

 Ταύτην Ὅμηρος εἰκονογραφῶν φησι
    πρόσθε λέων, ὄπισθεν δὲ δράκων, μέσση δὲ χίμαιρα.
γένοιτο δ᾿ ἄν τὸ ἀληθὲς τοιοῦτον. γυνὴ τῶν τόπων κρατοῦσα δύο πρὸς ὑπηρεσίαν ἀδελφοὺς εἶχεν ὀνόματι Λέοντα καὶ Δράκοντα. παράσπονδος δὲ οὖσα καὶ ξενοκτόνος ἀνῃρέθη ὑπὸ Βελλεροφόντου.



16. Περὶ Κίρκης.

 Ταύτην ὁ μῦθος παρ<αδ>έδωκε ποτῷ μεταμορφοῦσαν ἀνθρώπους. ἦν δὲ ἑταίρα, καὶ κατακηλοῦσα τοὺς ξένους τὸ πρῶτον ἀρεσκείᾳ παντοδαπῇ ἐπεσπᾶτο πρὸς εὔνοιαν, γενομένους δὲ ἐν προσπαθείᾳ κατεῖχε ταῖς ἐπιθυμίας ἀλογίστως φερομένους πρὸς τὰς ἡδονάς. ἤττησε δὲ καὶ ταύτην Ὀδυσσεύς.


17. Περὶ πυριπνόων ταύρων.

 Τὶς ἄν ὑπολάβοι θνητὴν φύσιν πῦρ πνεῖν ἐξ αὑτῆς, ὅ πάντων ἐστὶν ἀναιρετικόν; ἄγριοι δὲ καὶ τραχεῖς ὄντες πρὸς τὴν ἀναίρεσιν τῶν ὁραθέντων ὀξεῖς ἦσαν. τὸ οὖν ἐν τάχει περὶ αὐτοὺς ἀναιρετικὸν εἰκάσθη πυρί.


18. Περὶ ὕδρας.

 Πολυκέφαλον ἱστορεῖται θηρίον, οὐχ οὕτως ἔχοντος τἀληθοῦς. εἰκὸς δὲ νεοσσοὺς αὐτὴν ἐσχηκέναι πολλούς, οἵ συνόντες αὐτῇ καὶ τεκούσῃ βοηθοῦντες τοὺς προσιόντας ἀπώλλυον μετ᾿ αὐτῆς.


19. Περὶ τῶν Σπαρτῶν.

 Τὶς πιστεῦσαι δύναται ὅτι, τοῦ Κάδμου σπείραντος τοὺς δράκοντος ὀδόντας, ἔφυσαν ἔνοπλοι ἄνθρωποι; κρατήσας δὲ τῶν τόπων ὁ Κάδμος καὶ τὸ θηρίον ἀνελὼν δι᾿ ὅ συνέβαινεν ἔρημον εἶναι τὸν τόπον, τοὺς σποράδην οἰκοῦντας εἰς ἕν συνήγαγεν, οἵ ὄντες ἔνοπλοι καὶ θηριώδεις διηνέχθησαν εὐθὺς πρὸς ἀλλήλους καὶ πλὴν ὀλίγων πάντες ἀπώλοντο.